Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.220 Joseph. BJ 4.227 (English) >>Joseph. BJ 4.233

4.225ἦσαν δὲ Ἐλεάζαρος μὲν υἱὸς Γίωνος, ὃς δὴ καὶ

-- --

πιθανώτατος ἐδόκει τῶν ἐν αὐτοῖς νοῆσαί τε τὰ δέοντα καὶ τὰ νοηθέντα πρᾶξαι, Ζαχαρίας δέ τις υἱὸς Ἀμφικάλλει, γένος ἐκ τῶν ἱερέων ἑκάτερος. 4.226οὗτοι πρὸς ταῖς κοιναῖς τὰς ἰδίας καθʼ ἑαυτῶν ἀπειλὰς ἀκούσαντες, ἔτι δʼ ὡς οἱ περὶ τὸν Ἄνανον δυναστείαν αὑτοῖς περιποιούμενοι Ῥωμαίους ἐπικαλοῖντο, καὶ γὰρ τοῦτο Ἰωάννης προσεψεύσατο, μέχρι πολλοῦ μὲν ἠποροῦντο, τί χρὴ πράττειν εἰς ὀξὺν οὕτως καιρὸν συνεωσμένους· 4.227παρεσκευάσθαι μὲν γὰρ τὸν δῆμον ἐπιχειρεῖν αὐτοῖς οὐκ εἰς μακράν, αὐτῶν δὲ τὸ σύντομον τῆς ἐπιβουλῆς ὑποτετμῆσθαι τὰς ἔξωθεν ἐπικουρίας· πάντα γὰρ ἂν φθῆναι παθεῖν πρὶν καὶ πυθέσθαι τινὰ τῶν συμμάχων. 4.228ἔδοξε δʼ ὅμως ἐπικαλεῖσθαι τοὺς Ἰδουμαίους, καὶ γράψαντες ἐπιστολὴν σύντομον, ὡς Ἄνανος μὲν προδιδοίη Ῥωμαίοις τὴν μητρόπολιν ἐξαπατήσας τὸν δῆμον, αὐτοὶ δʼ ὑπὲρ τῆς ἐλευθερίας ἀποστάντες ἐν τῷ ἱερῷ φρουροῖντο, 4.229ὀλίγος δʼ ἔτι χρόνος αὐτοῖς βραβεύοι τὴν σωτηρίαν, εἰ δὲ μὴ βοηθήσουσιν ἐκεῖνοι κατὰ τάχος, αὐτοὶ μὲν ὑπʼ Ἀνάνῳ τε καὶ τοῖς ἐχθροῖς, πόλις δʼ ὑπὸ Ῥωμαίους φθάσει γενομένη. τὰ δὲ πολλὰ τοῖς ἀγγέλοις ἐνετέλλοντο πρὸς τοὺς ἄρχοντας τῶν Ἰδουμαίων διαλέγεσθαι. 4.230προεβλήθησαν δὲ ἐπὶ τὴν ἀγγελίαν δύο τῶν δραστηρίων ἀνδρῶν εἰπεῖν τε ἱκανοὶ καὶ πεῖσαι περὶ πραγμάτων, τὸ δὲ τούτων χρησιμώτερον, ὠκύτητι ποδῶν διαφέροντες·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.220 Joseph. BJ 4.227 (English) >>Joseph. BJ 4.233

Powered by PhiloLogic